ΤΑ ΨΑΛΤΕΑ ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ ΤΟΥ ΨΥΧΟΣΑΒΒΑΤΟΥ ΤΗΣ ΑΠΟΚΡΕΩ

ΚΑΤΑ ΤΟΥΣ ΤΥΧΟΝΤΑΣ ΗΧΟΥΣ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ

 

Ὑπό Μαξίμου Μ. Ματθαίου, ἀρχιμανδρίτου.

 

Ὅπως ἔχει διαπιστωθεῖ ὑπάρχει σοβαρό πρόβλημα μέ τά τροπάρια πού πρέπει νά ψαλοῦν κατά τόν ἑσπερινό τοῦ Σαββάτου πρό τῶν Ἀπόκρεω (Ψυχοσάββατον) κυρίως στά ἀπόστιχα καί κατ᾿ ἀκολουθίαν στά κεκραγάρια.

Ἀναλυτικῶς τό θέμα ἀντιμετωπίζετε σέ ἡμέτερο ἄρθρο στήν «ΣΥΜΒΟΛΗ» Ἐπιθεώρησις τοῦ ἐκκλησιαστικοῦ τυπικοῦ (www.symbole.gr), τεῦχος 7, δημοσιευμένο καί στήν παροῦσα ἱστοσελίδα, καί σέ συναφῆ ἄρθρα δημοσιευμένα ἐπίσης στήν «ΣΥΜΒΟΛΗ» ὑπό τοῦ ἐγκρίτου ἰδιοκτήτου καί διευθυντοῦ συντάξεως κ. Διονυσίου Μπιλάλη-Ἀνατολικιώτου ( τ. 1 σ 3 κἑ. καί τ. 4 σ. 20 κἑ.)

Κατωτέρω παραθέτουμε τά τροπάρια τῆς ἀκολουθίας σέ ὅλους τούς ἤχους πού ἤθελε συμπέσει τό Σάββατον τῶν Ἀπόκρεω, ἄν καί μετά ἀπό σχετική ἔρευνα διαπιστώνεται ὅτι μόνον οἱ ἦχοι α΄, β΄, πλ. α΄ καὶ πλ. β΄ τυχαίνουν. Οἱ ὑπόλοιποι ἦχοι δὲν τυχαίνουν μᾶλλον ποτέ. Παρά ταῦτα ἐμεῖς δημοσιεύουμε τά ὀρθῶς προβλεπόμενα τροπάρια σέ ὅλους τούς ἤχους, ἐπειδή αὐτά μερικῶς χρειάζονται καί γιά τήν ἀκολουθία τοῦ Σαββάτου «μέ ἀλληλούια» καί ἐπειδή στήν Παρακλητική δέν προβλέπεται αὐτή ἡ τάξη γιά τά Σάββατα τῶν κυρίων ἤχων, ἤτοι α΄, β΄,γ΄ καί δ΄. (Μνημειῶδες ἔργο γιά τά ψαλτέα τῆς Παρακλητικῆς κατά τά Σάββατα ὑπάρχει τό ὑπό τοῦ ἀειμνήστου Γ. ΜΠΕΚΑΤΩΡΟΥ ἐκδοθέν «ΤΑΞΙΣ ΤΩΝ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ ΤΟΥ ΣΑΒΒΑΤΟΥ» Ἀθῆναι 1983)

 

 ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ

Τῇ Παρασκευῇ ἑσπέρας

 

ΕΣΠΕΡΙΝΟΣ

Προοιμιακός. Εἰς τό Κύριε, ἐκέκραξα, εἰς στίχους 6,

τά γ΄ Μαρτυρικά τοῦ τυχόντος ἤχου τῆς ἑβδομάδος (τὰ β΄, γ΄ καὶ δ΄),

 

ἦχος α΄.

ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι, ἐκράζετε· Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.

 

τῆς καλῆς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε· Ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα· φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως, Τριάδα ὁμοούσιον.

 

Αὐτόμελον

Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

ἦχος β΄.

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασώζεται.

 

Χοροὶ Μαρτύρων ἀντέστησαν, τοῖς τυράννοις λέγοντες· Ἡμεῖς στρατευόμεθα τῷ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσετε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

 

Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι, διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε· ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ἦχος γ΄.

Μεγάλη τῶν Μαρτύρων σου Χριστὲ ἡ δύναμις, ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμε-νοι ὑπὲρ τῆς εὐσεβείας.

 

Προφῆται, καὶ Ἀπόστολοι Χριστοῦ, καὶ Μάρτυρες ἐδίδαξαν, ὑμνεῖσθαι, Τριάδα Ὁμοούσιον, καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς Ἀγγέλων, ἐποίησαν τοὺς υἱοὺς τῶν ἀνθρώπων.

 

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύ-ουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

ἦχος δ΄.

τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνωδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν, ἱκεσίαις, τὸ μεγα ἔλεος.

 

χοντες παρρησίαν, πρὸς τὸν Σωτήρα Ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

ερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, Μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα ὧν ἡ μάνδρα, λύκοις ἀνεπίβατος, πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.

 

ἦχος πλ. α΄.

Τὸν θυρεὸν τῆς πίστεως, περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ Σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τὰς βασάνους ἀνδρείως, ἀπηυτομόλησαν, καὶ Διαβόλου τὴν πλάνην, καὶ τὸ θράσος κατήργησαν, οἱ Ἅγιοί σου Κύριε· αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Πρεσβεύσατε ὑπὲρ ἡμῶν ἅγιοι Μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

 

κορέστω διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε· ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

 

ἦχος πλ. β΄.

Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.

 

Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο. Αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

 

ἦχος βαρύς.

γιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρ' αὐτοῦ ἐκομίσασθε· ἀλλ' ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τὰς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.

 

Πανεύφημοι Μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Χριστῷ, ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, Ἀγγέλων συμμέτοχοι γεγόνατε, μεθ' ὧν ἱκετεύσατε δεόμεθα, τῶ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

 

ἦχος πλ. δ΄.

Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

 

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.

 

Εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος, πρέπει τοῖς Ἁγίοις! ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα· ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα· ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι, Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

 

καί τὰ γ΄ Προσόμοια. Ἦχος πλ. δ'. Ὁ ἐν Ἐδὲμ Παράδεισος.

 

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς· τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν  γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου Βασιλείας αὐτοῦ.

 

τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου, θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχὼν τῇ ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπω, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστὰς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ· καὶ ἀξίωσον αὐτούς, τῆς οὐρανίου Βασιλείας σου.

 

Τῇ ἐκ νεκρῶν ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ Ἀδὰμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρῶς, πατέρας καὶ ἀδελφοὺς ἡμῶν, φίλους ὁμοῦ καὶ συγγενεῖς· ἅπαντα ἄνθρωπον, τὰ τοῦ βίου λειτουργήσαντα πιστῶς, καὶ πρὸς σὲ μεταστάντα, πολυειδῶς, καὶ πολυτρόπως ὁ Θεός, καὶ ἀξίωσον τούτους, τῆς οὐρανίου Βασιλείας σου.

 

Δόξα... Ἦχος πλ. δ'.

Θρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ' εἰκόνα Θεοῦ, πλασθεῖσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος. Ὤ τοῦ θαύματος! τὶ τὸ περὶ ἡμᾶς, τοῦτο γέγονε μυστήριον; πῶς παρεδόθημεν τῇ φθορᾷ; πῶς συνεζεύχθημεν τῶ θανάτω; Ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται, τοῦ παρέχοντος τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν.

 

Καὶ νῦν... τὸ α΄ Θεοτοκίον τοῦ Ἤχου.

 

ἦχος α΄.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε. Ταύτην οὖν κατέχοντες τῆς Πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον· Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθροὺς, ὡς παντοδύναμος.

ἦχος β΄.

Παρῆλθεν ἡ σκιὰ τοῦ Νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

ἦχος γ΄.

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

ἦχος δ΄.

διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρῶν, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

 

ἦχος πλ. α΄.

ν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτέ· ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν, ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεός, ἐλέησον ἡμᾶς.

ἦχος πλ. β΄.

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μοὶ ἀνυμνήσει σου, τὸν ἀλόγχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ἦχος βαρύς.

Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν· καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διὸ σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς· πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ἦχος πλ. δ΄.

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόστιχα

 

Τὸ δ΄ (μὴ ψαλέν, ὅ ἐστι τὸ α΄) Μαρτυρικὸν τοῦ ἤχου τῆς ἑβδομάδος

καὶ τὰ β' (εἰς τὸν αὐτὸν ἦχον) Νεκρώσιμα, Ἰωάννου τοῦ Δαμασκηνοῦ.

 

ἦχος α΄.

Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ποία τοῦ βίου τρυφή, διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα, μία ῥοπή, καὶ ταῦτα πάντα, θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

ργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις, λόγῳ, Λόγε, Λάζαρον, ἐκ νεκρῶν ἐξανέστησας. Τότε μοχλοὶ ἐσαλεύθησαν, πύλαι δὲ ᾅδου συνεταράχθησαν· τότε ὕπνος ὁ τῶν ἀνθρώπων, θάνατος ἀπεδείκνυτο· ἀλλ' ὁ εἰς τὸ σώσαί σου τὸ πλαστούργημα, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω, ἀνάπαυσον ὡς φιλάνθρωπος.

ἦχος β΄.

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες, Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι. Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Οἴμοι, οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι, πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρός τους Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει· πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διὸ, ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

κ γῆς πλαστουργήσας με, εἰς γῆν πάλιν πορεύεσθαι, τῇ παραβάσει με κατέκρινας· ἔστησας ἡμέραν ἐτάσεως, ἐν ᾗ τὰ κρυπτὰ τῆς ἑκάστου πράξεως, φανερὰ παρίστανται ἐνώπιόν σου· τότε φεῖσαί μου Ἀναμάρτητε, καὶ τῶν ἐσφαλμένων μοι συγχώρησιν διδούς, τῆς Βασιλείας σου μὴ χωρίσῃς με.

 

ἦχος γ΄.

Μεγάλη τοῦ Σταυροῦ σου, Κύριε, ἡ δύναμις· ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖ ἐν κόσμῳ, καὶ ἀνέδειξεν ἐξ ἀλιέων Ἀποστόλους, καὶ ἐξ ἐθνῶν Μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Πάντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον· οὐ παραμένει ὁ πλοῦτος, οὐ συνοδεύει ἡ δόξα· ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ, τῷ ἀθανάτῳ Βασιλεῖ, βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

νθρωποι τὶ μάτην ταραττόμεθα; ὁ δρόμος βραχὺς ἐστιν, ὃν τρέχομεν. Καπνὸς ὑπάρχει ὁ βίος, ἀτμὶς καὶ τέφρα καὶ κόνις, πρὸς ὀλίγον φαινόμενος, καὶ ταχέως ἀχρειούμενος. Διὸ Χριστῷ τῶ ἀθανάτω Βασιλεῖ βοήσωμεν· Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστίν, εὐφραινομένων ἡ κατοικία.

 

ἦχος δ΄.

ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Ποῦ ἐστιν, ἡ τοῦ κόσμου προσπάθεια; ποῦ ἐστιν, ἡ τῶν προσκαίρων φαντασία; ποῦ ἐστιν, ὁ χρυσός καὶ ὁ ἄργυρος; ποῦ ἐστι, τῶν οἰκετῶν ἡ πλημμύρα, καὶ ὁ θόρυβος; πάντα τέφρα, πάντα κόνις, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρῳ μακαριότητι.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

πῆλθεν, ὁ θάνατος ὡς ἅρπαξ· ἐπῆλθεν, ὁ φθορεὺς καί καθεῖλέ με· ἐπῆλθε, καὶ οὐκ ὄντα με ἔδειξεν· ἐπῆλθε, καὶ γῆ δὲ ὤν, ὡς οὐκ ὤν κατάκειμαι· ὄντως ὄναρ, ὄντως φάσμα, ἐσμὲν οἱ βροτοί. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ Βασιλεῖ· Κύριε τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρῳ μακαριότητι.

 

ἦχος πλ. α΄.

Τῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμή-σαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ' οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι Μάρτυρες· ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

μνήσθην τοῦ Προφήτου βοῶντος· Ἐγὼ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστὰ τὰ γεγυμνωμένα καὶ εἶπον. Ἆρα, τὶς ἐστι; βασιλεύς, ἢ στρατιώτης, ἢ πλούσιος, ἢ πένης, ἢ δίκαιος, ἢ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον Κύριε, μετὰ Δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

Σὺ ἔπλασάς με Κύριε, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου καὶ ἐνετείλω μοι καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύση. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ σῶσόν με δέομαι φιλάνθρωπε.

 

ἦχος πλ. β΄.

Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

τίμησας εἰκόνι σου, τὸ τῶν χειρῶν σου Σῶτερ πλαστούργημα, ζωγραφήσας ἐν ὑλικῇ μορφῇ, τῆς νοερᾶς οὐσίας τὸ ὁμοίωμα· ἧς καὶ κοινωνόν με κατέστησας, θέμενος τῶν ἐπὶ γῆς κατάρχειν μὲ τῷ αὐτεξουσίῳ, Λόγε· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

να μοι τὸ ἀξίωμα τῆς τῶν λοιπῶν ζωῆς διακρίνηται, κῆπον ἐν τῇ Ἐδέμ, παντοίοις ὡραϊσμένον φυτοῖς ἐφύτευσας, λύπης καὶ μερίμνης ἐλεύθερον, μέτοχον θείας ζωῆς, ἰσάγγελον ἐπὶ γῆς μικτόν με τάξας· διὸ Σῶτερ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

 

ἦχος βαρύς.

Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν, πλαστουργήσας κατ' ἀρχὰς τὸν ἄνθρωπον, ἐν Παραδείσῳ τέθεικας, κατάρχειν σου τῶν κτισμάτων· φθόνῳ δὲ διαβόλου ἀπατηθείς, τῆς βρώσεως μετέσχε, τῶν ἐντολῶν σου παραβάτης γεγονώς· διὸ πάλιν αὐτὸν εἰς γῆν ἐξ ἦς ἐλήφθη, κατεδίκασας ἐπιστρέφειν Κύριε, καὶ αἰτεῖσθαι τὴν ἀνάπαυσιν.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

νάπαυσον Σωτὴρ ἡμῶν ζωοδότα, οὓς μετέστησας ἀδελφοὺς ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντας· Κύριε, δόξα σοί.

 

ἦχος πλ. δ΄.

Μάρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε, καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν δεόμεθα.

 

Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

μέτρητος ὑπάρχει, τοῖς ἀσώτως βιοῦσιν ἡ κόλασις, βρυγμὸς ὀδόντων, καὶ κλαυθμὸς ἀπαράκλητος, γέεννα πυρός, καὶ σκότος ἐξώτερον, καὶ σκώληξ ἀκοίμητος, δάκρυα ἀνενέργητα, καὶ Κριτὴς ἀσυμπάθητος. Διὰ τοῦτο πρὸ τοῦ τέλους βοήσωμεν λέγοντες· Δέσποτα Χριστέ, οὓς ἐξελέξω, μετὰ τῶν ἐκλεκτῶν σου ἀνάπαυσον.

 

Στίχ. Μακάριοι οὓς ἐξελέξω, καὶ προσελάβου, Κύριε.

θάνατός σου Κύριε, ἀθανασίας γέγονε πρόξενος, εἰ μὴ γὰρ ἐν μνήματι κατετέ-θης, οὐκ ἂν ὁ Παράδεισος ἠνέῳκτο· διὸ τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.

  

Δόξα... Ἦχος πλ. β'.

ρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε καὶ ὁρατῆς με ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δὲ μοὶ ψυχήν, τῇ θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει· διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.

 

Καὶ νῦν... Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Πρεσβείαις τῆς Τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφη-τῶν, Ἱεραρχῶν, Ὁσίων, καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

ΑΡΧΙΚΗ

Ἀρχική

Ὁ Εὐαγγελιστής Λουκᾶς

Ναός - Ἱστορία

Ἐνοριακή ζωή

Νεότητα

Πρόγραμμα μηνός

Ἐπίκαιρα

Ἄρθρα - Μελέτες

Ὀρθόδοξοι κόμβοι

Ἐπικοινωνία

Βοήθεια